Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.240 Joseph. AJ 20.245 (English) >>Joseph. AJ 20.251

20.243μετὰ γὰρ τὸν θάνατον αὐτῆς πολεμήσας πρὸς αὐτὸν ἀδελφὸς Ἀριστόβουλος καὶ νικήσας ἀφαιρεῖται μὲν ἐκεῖνον τὴν ἀρχήν, αὐτὸς δʼ ἐβασίλευέ τε καὶ ἀρχιεράτευεν τοῦ ἔθνους. 20.244ἔτει δὲ τρίτῳ τῆς βασιλείας καὶ πρὸς μησὶν τοῖς ἴσοις Πομπήιος ἐλθὼν καὶ τὴν τῶν Ἱεροσολυμιτῶν πόλιν κατὰ κράτος ἑλὼν αὐτὸν μὲν εἰς Ῥώμην μετὰ τῶν τέκνων δήσας ἔπεμψεν, τῷ δʼ Ὑρκανῷ πάλιν τὴν ἀρχιερωσύνην ἀποδοὺς τὴν μὲν τοῦ ἔθνους προστασίαν ἐπέτρεψεν, διάδημα δὲ φορεῖν ἐκώλυσεν. 20.245ἦρξεν δὲ πρὸς τοῖς ἐννέα τοῖς πρώτοις Ὑρκανὸς τέσσαρα καὶ εἴκοσιν. Βαζαφράνης δὲ καὶ Πάκορος οἱ τῆς Παρθυηνῆς δυνάσται διαβάντες τὸν Εὐφράτην καὶ πολεμήσαντες Ὑρκανῷ αὐτὸν μὲν ζωγρίᾳ συνέλαβον, τὸν Ἀριστοβούλου δὲ υἱὸν Ἀντίγονον κατέστησαν βασιλέα. 20.246τρία δʼ ἔτη καὶ τρεῖς μῆνας ἄρξαντα τοῦτον Σόσσιός τε καὶ Ἡρώδης ἐξεπολιόρκησαν, Ἀντώνιος δʼ ἀνεῖλεν εἰς τὴν Ἀντιόχειαν ἀναχθέντα. 20.247

Τὴν δὲ βασιλείαν Ἡρώδης παρὰ Ῥωμαίων ἐγχειρισθεὶς οὐκέτι τοὺς ἐκ τοῦ Ἀσαμωναίου γένους καθίστησιν ἀρχιερεῖς, ἀλλά τισιν ἀσήμοις καὶ μόνον ἐξ ἱερέων οὖσιν πλὴν ἑνὸς Ἀριστοβούλου τὴν τιμὴν ἀπένεμεν. 20.248τὸν δʼ Ἀριστόβουλον Ὑρκανοῦ τοῦ ὑπὸ Πάρθων ληφθέντος υἱωνὸν ὄντα καταστήσας ἀρχιερέα τῇ ἀδελφῇ αὐτοῦ συνῴκησεν Μαριάμμῃ, τὴν τοῦ πλήθους πρὸς ἑαυτὸν θηρώμενος εὔνοιαν διὰ τὴν Ὑρκανοῦ μνήμην. εἶτα φοβηθείς, μὴ πρὸς τὸν Ἀριστόβουλον πάντες ἀποκλίνωσιν, ἀνεῖλεν αὐτὸν ἐν Ἱεριχοῖ πνιγῆναι μηχανησάμενος κολυμβῶντα, καθὼς ἤδη δεδηλώκαμεν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.240 Joseph. AJ 20.245 (English) >>Joseph. AJ 20.251

Powered by PhiloLogic